Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.185 Dem. 24.188 (English) >>Dem. 24.191

24.187καὶ περὶ μὲν τούτου κατὰ σχολήν· δὲ Τιμοκράτης νῦν ἐρεῖ, πολλὰ λέγειν ἔτι πρὸς τούτοις ἔχων παύσομαι. οἶδα δʼ ὅτι, ὡς μὲν οὐκ ἀσύμφορος ὑμῖν ἐσθʼ νόμος καὶ παρὰ πάντας τοὺς νόμους εἰσενηνεγμένος καὶ κατὰ πάντʼ ἀδίκως ἔχων, οὐχ ἕξει λέγειν· ἀκούω δʼ αὐτὸν λέγειν ὡς ἐκτέτεισται τὰ χρήματʼ Ἀνδροτίωνι καὶ Γλαυκέτῃ καὶ Μελανώπῳ, καὶ ὅτι δεινότατʼ ἂν πάθοι πάντων ἀνθρώπων, εἰ πεποιηκότων ἐκείνων τὰ δίκαια, ὑπὲρ ὧν αὐτὸς αἰτίαν ἔχει θεῖναι τὸν νόμον, μηδὲν ἧττον αὐτὸς ἁλίσκοιτο. 24.188ἐγὼ δὲ τὸν λόγον ἡγοῦμαι τοῦτον οὐδὲ καθʼ ἓν λέγειν ἐνεῖναι τούτῳ. εἰ μὲν γὰρ ὑπὲρ τούτων, οὓς τὰ προσήκοντα φῂς πεποιηκέναι, θεῖναι τὸν νόμον ὁμολογεῖς, κατʼ ἐκεῖνο προσήκει σʼ ἁλίσκεσθαι φανερῶς, ὅτι μὴ τιθέναι νόμον, ἂν μὴ τὸν αὐτὸν ἐπὶ πᾶσι τοῖς πολίταις, ἄντικρυς οἱ κύριοι νόμοι λέγουσι, καθʼ οὓς οὗτοι δικάσειν ὀμωμόκασιν. 24.189εἰ δὲ τοῦ πᾶσι συμφέροντος εἵνεκα ταῦτα νομοθετῆσαι φήσεις, μὴ λέγε τὴν ἔκτισιν τὴν τούτων· οὐδὲν γὰρ κοινωνεῖ τῷ νόμῳ τῷδε· ἀλλʼ ὡς ἐπιτήδειός ἐστιν καὶ καλῶς ἔχων νόμος, τοῦτο δίδασκε. τοῦτο γάρ ἐσθʼ ὑπὲρ οὗ σὺ μὲν εἰσενεγκεῖν φῄς, ἐγὼ δὲ γέγραμμαι τἀναντία φάσκων, κρῖναι δὲ προσήκει τουτουσί. καίτοι καὶ τοῦτʼ οὐκ ἀπορήσαιμʼ ἂν δεῖξαι, πάντα μᾶλλον κατὰ τοὺς νόμους πεποιημένους τὴν ἔκτισιν ἐκείνους τὴν τῶν χρημάτων· ἀλλὰ μὴ περὶ τούτων ὑμῶν οἰσόντων τὴν ψῆφον, τί δεῖ ταῦτα λέγοντʼ ἐνοχλεῖν με νυνί;



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.185 Dem. 24.188 (English) >>Dem. 24.191

Powered by PhiloLogic